Ancient Greek · ~5 min
Book 40, Chapter 36
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.36
Not analysed yet
πόνον μάτην αὐτοῖς προσεδρεύων ἔσχε. τό τε γὰρ φρούριον ἐπί τε λόφου καρτεροῦ ἦν καὶ τείχεσιν ἰσχυρῶς ἐκεκράτυντο, καὶ οἱ βάρβαροι πέριξ αὐτὸ πάντα τὰ μετέωρα κατειληφότες περιεφρούρουν, ὥστε καὶ μένειν αὐτοῖς κατὰ χώραν ἀσφαλῶς ὑπάρχειν καὶ ἐπικαταθέουσι πλεονεκτεῖν τὰ πλείω. ἔν τε γὰρ πεδίῳ ὁ Καῖσαρ ηὐλίζετο (οὐ γὰρ εὐπόρησεν ἐχυροῦ χωρίοὐ, καὶ αὐτὸς μὲν οὔτε προεγίγνωσκεν . οἱ δὲ δὴ βάρβαροι, ὡς καὶ ὑπερδεξίων κρατοῦντες, τό τε στρατόπεδον αὐτοῦ κατεθεῶντο καὶ ταῖς καταδρομαῖς ἐπικαίροις ἐχρῶντο. εἴ τέ πῃ περαιτέρω τοῦ καιροῦ προχωρήσαντες ἀνεκόπτοντο, διʼ ὀλίγου αὖθις ἐντὸς τῆς ἐπικρατείας σφῶν ἐγίγνοντο· οἱ γὰρ Ῥωμαῖοι οὐδένα τρόπον, ἐφʼ ὅσον οἵ τε λίθοι καὶ τὰ ἀκόντια ἐξικνεῖτο, πελάσαι τοῖς χωρίοις ἐδύναντο. ὁ οὖν Καῖσαρ, ἐπειδὴ ὅ τε χρόνος ἄλλως ἀναλοῦτο, καὶ πολλάκις καὶ πρὸς αὐτὸ τὸ ὄρθιον, ἐφʼ οὗ τὸ πόλισμα ἦν, προσβαλὼν μέρους μέν τινος ἐκράτησεν αὐτοῦ ὥστε καὶ ἐντειχίσασθαί τι ῥᾴω τε ἐκεῖθεν τὴν ἐπὶ τἆλλα ἔφοδον ποιεῖσθαι, τὸ δʼ ὅλον ἀπεκρούετο, καὶ τῶν τε στρατιωτῶν συχνοὺς ἀπέβαλε καὶ ἐκείνους ἀλήπτους ἑώρα ὄντας, τά τε τῶν Αἰδούων ἐν τούτῳ ἐκινήθη, καὶ προσέτι καὶ πρὸς τούτους ἀπελθόντος αὐτοῦ κακῶς οἱ καταλειφθέντες ἀπήλλαξαν, ἀνέστη.