Ancient Greek · ~3 min
Book 40, Chapter 37
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.37
Not analysed yet
οἱ γὰρ Αἴδουοι κατʼ ἀρχὰς μὲν ταῖς τε ὁμολογίαις ἐνέμειναν καὶ ἐπικουρίας αὐτῷ ἔπεμπον, ἔπειτα δὲ καὶ ἄκοντες ἐπολέμησαν, ἀπατησάντων σφᾶς ἄλλων τε καὶ Λιταουίκου. ἐπειδὴ γὰρ οὐκ ἔπειθεν αὐτοὺς ἄλλως τοῦτο ποιῆσαι, διεπράξατο προσταχθῆναί οἱ πρὸς τὸν Καίσαρα ἀπαγαγεῖν τινας ἐπὶ συμμαχίᾳ δῆθεν αὐτοῦ, καὶ ὥρμησε μὲν ὡς καὶ τοῦτο ποιήσων, προπέμψας δὲ ἱππέας, καὶ κελεύσας τισὶν αὐτῶν ἐπανελθοῦσιν εἰπεῖν ὅτι οἵ τε συμπεμφθέντες σφίσι καὶ οἱ ἄλλοι οἱ παρὰ τοῖς Ῥωμαίοις σφῶν ὄντες συνειλημμένοι τε ὑπʼ αὐτῶν εἰσι καὶ ἀπολώλασι, προσπαρώξυνε τοὺς στρατιώτας δημηγορήσας ἀκόλουθα τοῖς ἀγγέλοις. καὶ οὕτως αὐτοί τε ἐπανέστησαν καὶ τοὺς ἄλλους συμμετέστησαν. καὶ τότε μέν (ὁ γὰρ Καῖσαρ ὡς τάχιστα τοῦτʼ ᾔσθετο, τούς τε Αἰδούους οὓς εἶχε καὶ ἐδόκει πεφονευκέναι ἔπεμψεν αὐτοῖς, ὥστε φανεροὺς πᾶσι ζῶντας γενέσθαι, καὶ τῷ ἱππικῷ