Ancient Greek · ~2 min
Book 40, Chapter 43
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.43.2
Not analysed yet
ἐνεδρεῦσαί ποτε. ἡττηθεὶς δὲ τῇ μάχῃ ἀνεπείσθη μὲν ἐς λόγους αὐτῷ ἐλθεῖν, πρὶν δὲ ἢ ὁτιοῦν συμβῆναι τρωθεὶς ὑπό τινος τῶν Ῥωμαίων ἀπιστίᾳ τοῦ μὴ ἂν ἀκριβῶς εἰρηνῆσαι διέφυγε, καὶ χαλεπὸς αὖθις αὐτοῖς ἐγένετο, μέχρις οὗ ἀπογνοὺς τὰ πράγματα τοῖς μὲν ἄλλοις τοῖς συνοῦσίν οἱ ἀκέραιον τὴν ἄδειαν ἐπὶ πᾶσι τοῖς σφετέροις ἔπραξεν, αὐτὸς δὲ ἑαυτῷ τὸ μηδέποτε, ὥς γέ τινές φασιν,