Ancient Greek · ~1 min
Book 40, Chapter 43
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.43.3
Not analysed yet
ἐς ὄψιν μηδενὸς Ῥωμαίου ἐλθεῖν. ἐκεῖνοί τε οὖν οὕτω κατελύσαντο, καὶ οἱ λοιποὶ μετὰ τοῦτο, οἱ μὲν ἑκούσιοι οἱ δὲ καὶ καταπολεμηθέντες, ἐχειρώθησαν, καὶ αὐτοὺς ὁ Καῖσαρ καὶ φρουραῖς καὶ δικαιώσεσι χρημάτων τε ἐσπράξεσι καὶ φόρων ἐπιτάξεσι τοὺς μὲν ἐταπείνωσε τοὺς δὲ ἡμέρωσε.