Ancient Greek · ~2 min
40.44.2 to 40.44.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.44.2-3
Not analysed yet
ἐπεὶ δὲ τά τε ἐν τῷ ἄστει ἐστασιάζετο, καὶ ὁ Κράσσος ἐτεθνήκει, ὅ τε Πομπήιος ἔν τε δυνάμει αὖθις, ἅτε τρίτον ὑπατευκὼς καὶ τὴν ἐν τῇ Ἰβηρίᾳ ἀρχὴν ἐπὶ πέντε ἄλλα ἔτη δοθῆναί οἱ διαπεπραγμένος, ἐγένετο, καὶ αὐτῷ οὐκέτʼ οἰκείως, ἄλλως τε καὶ τοῦ παιδίου, ὅπερ που καὶ μόνον ἐν τῇ φιλίᾳ αὐτοὺς κατεῖχε, τετελευτηκότος, διέκειτο, ἐφοβήθη μὴ τῶν στρατιωτῶν ψιλωθεὶς ἐπί τε ἐκείνῳ καὶ ἐπὶ τοῖς ἄλλοις ἐχθροῖς γένηται, καὶ οὐ διῆκεν αὐτούς.