Ancient Greek
Book 40, Chapter 44
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.44.1
Not analysed yet
ταῦτα μὲν οὕτως ἐπί τε Λουκίου Παύλου καὶ ἐπὶ Γαΐου Μαρκέλλου ὑπάτων ἐτελευτήθη, ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν Γαλατῶν ἕνεκα καὶ τοῦ χρόνου τοῦ πρὸς τὴν ἡγεμονίαν αὐτοῦ δοθέντος ἔκ τε τῆς Γαλατίας ἀπαλλαγῆναι καὶ ἐς τὴν Ῥώμην ἐπανακομισθῆναι ὤφειλεν· ἐκεῖνός τε γὰρ ἐπʼ ἐξόδῳ ἦν καὶ ὁ πόλεμος ἐπέπαυτο, καὶ οὐδεμίαν ἔτʼ εὐπρεπῆ σκῆψιν πρὸς τὸ μὴ οὐ τά τε στρατόπεδα ἀφεῖναι καὶ ἰδιωτεῦσαι εἶχεν·