Ancient Greek · ~2 min
Book 40, Chapter 59
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.59.1
Not analysed yet
τὸ προσῆκον αὐτῆς ἐφίεσθαι· Μάρκελλος δὲ πάντʼ εὐθὺς ἐπὶ τῇ τοῦ Καίσαρος καταλύσει (τῆς γὰρ τοῦ Πομπηίου μερίδος ἦνʼ ἔπραττε, καὶ ἄλλα τε ἐπʼ αὐτῷ πολλά, καὶ ὥστε καὶ διάδοχόν οἱ ἤδη καὶ πρὸ τοῦ καθήκοντος χρόνου πεμφθῆναι, ἐσηγήσατο. καὶ αὐτῷ ὅ τε Σουλπίκιος καὶ τῶν δημάρχων τινὲς ἀντέπραξαν, οὗτοι μὲν τῇ πρὸς τὸν Καίσαρα χάριτι· ἐκεῖνος δʼ αὐτοῖς ἐκοινώσατο καὶ τοῖς πολλοῖς ὅτι οὐκ ἤρεσκε τό τινα μεταξὺ