Ancient Greek · ~3 min
40.59.2 to 40.59.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.59.2-4
Not analysed yet
ἄρχοντα μηδὲν ἠδικηκότα παυθῆναι. μαθὼν οὖν ταῦθʼ ὁ Πομπήιος (ἀπῆρε μὲν γὰρ ἐκ τοῦ ἄστεως ὡς καὶ ἐς τὴν Ἰβηρίαν στρατεύσων, οὐ μὴν οὐδὲ τότε ἐκ τῆς Ἰταλίας ἐξεχώρησεν, ἀλλὰ τοῖς ὑποστρατήγοις πάντα τὰ ἐκεῖ προστάξας αὐτὸς τῇ πόλει ἐφήδρευἐ τὸ μὲν δὴ τὸν Καίσαρα τῆς ἡγεμονίας παραλυθῆναι οὐδὲ ἑαυτῷ ἀρέσκειν ἐπλάττετο, ἔπραττε δʼ ὅπως, ὅταν τὸν δεδομένον οἱ χρόνον διάρξῃ (τοῦτο δὲ οὐκ ἐς μακρὰν ἀλλʼ εὐθὺς τῷ ὑστέρῳ ἔτει γενήσεσθαι ἔμελλἐ, τά τε ὅπλα κατάθηται καὶ ἰδιωτεύσων οἴκαδε ἐπανέλθῃ. καὶ διὰ τοῦτο Γάιόν τε Μάρκελλον τὸν τοῦ Μάρκου ἀνεψιὸν ἢ καὶ ἀδελφόν (λέγεται γὰρ ἑκάτερονʼ ὑπατεῦσαι, ἐπειδὴ τῷ Καίσαρι καίπερ ἐξ ἐπιγαμίας προσήκων ἐχθρὸς ἦν, καὶ τὸν Κουρίωνα τὸν Γάιον, διʼ ἔχθρας καὶ αὐτὸν ἐκ παλαιοῦ οἱ ὄντα, δημαρχῆσαι ἐποίησεν.