Ancient Greek · ~3 min
Book 41, Chapter 19
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.19
Not analysed yet
οἱ μέντοι Μασσαλιῶται μόνοι τῶν ἐν τ̣̔?ʼ Γαλατίᾳ οἰκούντων οὔτε συνήραντο τῷ Καίσαῥ̣?ʼ οὔτε ἐς τὴν πόλιν ἐσεδέξαντο, ἀλλὰ καὶ ἀπόκρισιν αὐτῷ ἀξιομνημόνευτον ἔδοσαν· τῷ τε γὰρ δήμῳ τῶν Ῥωμαίων συμμαχεῖν καὶ ἐκείνοις ἐπιτηδείως ἀμφοτέροις ἔχειν, καὶ μήτε πολυπραγμονεῖν τ̣̔?ʼ μήθʼ ἱκανοὶ διακρῖναι πότερος αὐτῶν ἀδικεῖ εἶνἁ̣?ʼ ἔφασαν, ὥστε εἰ μέν τις ὡς φίλος ἐθέλοι πρὸς σφᾶς ἐλθεῖν, κἂν ἀμφοτέρους αὐτοὺς ἄνευ τῶν ὅπλων δέξασθαι ἔλεγον, ἐπὶ πολέμῳ δὲ οὐδέτερον. καταστάντες τε ἐς πολιορκίαν αὐτόν τε ἐκεῖνον ἀπεκρούσαντο, καὶ τῷ Τρεβωνίῳ τῷ τε Βρούτῳ τῷ Δεκίμῳ μετὰ τοῦτο προσεδρεύσασί σφισιν ἐπὶ πλεῖστον ἀντέσχον. ὁ γὰρ Καῖσαρ χρόνον μέν τινα, ὡς καὶ ῥᾳδίως αὐτοὺς αἱρήσων, προσεκαρτέρησε (καὶ γὰρ αὐτῷ δεινὸν ἐδόκει εἶναι ὅτι καὶ τῆς Ῥώμης ἀμαχεὶ κρατήσας ὑπὸ Μασσαλιωτῶν οὐκ ἐδέχετὀ, ἔπειτʼ ἐπειδὴ ἀντήρκουν, ἐκείνους μὲν ἑτέροις προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν ἠπείχθη.