Ancient Greek · ~6 min
Book 41, Chapter 20
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.20
Not analysed yet
ἐπεπόμφει μὲν γὰρ ἐς αὐτὴν Γάιον Φάβιον, δείσας δὲ μὴ καθʼ ἑαυτὸν ἀγωνισάμενος πταίσῃ, καὶ αὐτὸς ἐστράτευσεν. εἶχον δὲ τότε τὰ πράγματα τὰ περὶ τὸν Ἴβηρα ὅ τε Ἀφράνιος καὶ ὁ Πετρέιος, καὶ φυλακὴν μὲν καὶ τῆς ὑπερβολῆς τῶν ὀρῶν ἐπεποίηντο, τὸ δʼ ὅλον ἐς Ἰλέρδαν τὰς δυνάμεις ἀθροίσαντες ἐνταῦθα τοὺς ἐπιόντας ὑπέμενον. καὶ τῷ μὲν Φαβίῳ τήν τε ἐπὶ τοῦ Πυρηναίου φρουρὰν βιασαμένῳ καὶ τὸν ποταμὸν τὸν Σίκοριν διαβαίνοντι προσπεσόντες ἐξαίφνης πολλοὺς ἀπέκτειναν ἀποληφθέντας· ἡ γὰρ γέφυρα πρὶν διελθεῖν αὐτοὺς καταρραγεῖσα πλεῖστόν σφισι συνήρατο· τῷ δὲ δὴ Καίσαρι ἐπελθόντι τε οὐ πολλῷ ὕστερον καὶ τὸν ποταμὸν καθʼ ἑτέραν γέφυραν διαβάντι, προκαλουμένῳ τε αὐτοὺς ἐς μάχην οὐκ ἐτόλμησαν ἐπὶ πάνυ πολλὰς ἡμέρας συμβαλεῖν, ἀλλʼ ἀντιστρατοπεδευσάμενοι αὐτῷ ἡσύχαζον. θαρσήσας οὖν ἐκ τούτου καταλαβεῖν τὸ χωρίον τὸ μεταξὺ τοῦ τε ταφρεύματός σφων καὶ τῆς πόλεως καρτερὸν ὂν ἐπεχείρησεν, ὡς καὶ τῶν τειχῶν αὐτοὺς ἀποκλείσων. αἰσθόμενοι δὲ τοῦτο οἱ περὶ τὸν Ἀφράνιον προκατέσχον αὐτό, καὶ τούς τε προσβάλλοντάς σφισιν ἀπεώσαντο, καὶ φεύγουσιν αὐτοῖς ἐπισπόμενοι τοὺς ἀντεπεξελθόντας ἐκ τοῦ ἐρύματος ὑπέστησαν, ἐνδόντες τε ἐξεπίτηδες ὑπήγαγόν σφας ἐς χωρία ἑαυτοῖς ἐπιτήδεια, κἀνταῦθα πολλῷ πλείους ἐφόνευσαν. κἀκ τούτων ἐπιθαρσήσαντες τοῖς τε προνομεύουσιν αὐτῶν ἐπετίθεντο καὶ τοὺς ἀποσκεδαννυμένους ἐλύπουν· καί ποτε διαβάντων τινῶν ἐς τὰ ἐπέκεινα τοῦ ποταμοῦ, κἀν τούτῳ χειμῶνός τε πολλοῦ γενομένου καὶ τῆς γεφύρας ᾗ ἐκέχρηντο διαφθαρείσης, ἐπιδιέβησαν κατὰ τὴν ἑτέραν γέφυραν τὴν πρὸς τῇ πόλει οὖσαν καὶ πάντας αὐτοὺς ἀνάλωσαν, μηδενός σφισιν ἐπαμῦναι δυνηθέντος.