Ancient Greek · ~3 min
Book 41, Chapter 25
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.25
Not analysed yet
ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, οἱ Μασσαλιῶται νεῶν σφισι παρὰ τοῦ Πομπηίου αὖθις πεμφθεισῶν ἀνεκινδύνευσαν. καὶ ἡττήθησαν μὲν καὶ τότε, διεκαρτέρουν δέ, καίτοι καὶ τὴν Ἰβηρίαν ἤδη τὸν Καίσαρα ἔχοντα πυνθανόμενοι, καὶ τάς τε προσβολὰς ἰσχυρῶς ἀπεκρούοντο, καὶ διοκωχήν τινα ὡς καὶ τῷ Καίσαρι, ἐπειδὰν ἔλθῃ, προσχωρήσοντες ποιησάμενοι, τόν τε Δομίτιον ὑπεξέπεμψαν, καὶ τοὺς στρατιώτας ἐπιθεμένους σφίσιν ἐν ταῖς σπονδαῖς νυκτὸς οὕτω διέθεσαν ὥστε μηδὲν ἔτι τολμῆσαι. τῷ μέντοι Καίσαρι αὐτῷ ἐλθόντι ὡμολόγησαν· καὶ ὃς ἐκείνων τότε μὲν τά τε ὅπλα καὶ τὰς ναῦς τά τε χρήματα ἀφείλετο, ὕστερον δὲ καὶ τὰ λοιπὰ πάντα πλὴν τοῦ τῆς ἐλευθερίας ὀνόματος. ἀνθʼ ὧν ἡ Φώκαια ἡ μητρόπολίς σφων ἐλευθέρα ὑπὸ τοῦ Πομπηίου ἀφείθη.