Ancient Greek · ~2 min
Book 41, Chapter 26
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.26
Not analysed yet
καὶ στρατιωτῶν τινων ἐν Πλακεντίᾳ στασιασάντων καὶ μηκέτʼ ἀκολουθῆσαί οἱ ἐθελόντων, πρόφασιν μὲν ὡς τεταλαιπωρημένων, τὸ δʼ ἀληθὲς ὅτι μήτε τὴν χώραν διαρπάζειν μήτε τἆλλα ὅσα ἐπεθύμουν ποιεῖν αὐτοῖς ἐπέτρεπε (καὶ γὰρ ἤλπιζον οὐδενὸς ὅτου οὐ τεύξεσθαι παρʼ αὐτοῦ ἅτε καὶ ἐν χρείᾳ τοσαύτῃ σφῶν ὄντοσʼ, οὐχ ὑπεῖξεν, ἀλλὰ συγκαλέσας καὶ ἐκείνους καὶ τοὺς ἄλλους, τῆς τε παρʼ αὐτῶν ἀσφαλείας ἕνεκα, καὶ ἵνα τῶν τε λεγομένων ἀκούσαντες καὶ τοὺς κολαζομένους ἰδόντες μηδὲν ἔξω τῶν καθηκόντων ἐθελήσωσι πρᾶξαι, ἔλεξε τάδε.