Ancient Greek
Book 41, Chapter 28
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.28.1
Not analysed yet
πρὸς οὖν τί ταῦτα λέγω; ὅτι τὰ ἐπιτήδεια ἀφθόνως ἔχοντες (λέξω γὰρ μετὰ παρρησίας, μηδὲν ὑποστειλάμενος· τήν τε γὰρ μισθοφορὰν ἐντελῆ καὶ κατὰ καιρὸν λαμβάνετε, καὶ τῆς τροφῆς ἀεὶ καὶ πανταχοῦ πολλῆς ἐμπίμπλασθἐ καὶ μήτε πόνον τινὰ ἄδοξον μήτε κίνδυνον ἀνωφελῆ ὑπομένοντες, καὶ προσέτι τῆς μὲν ἀνδραγαθίας πολλὰ καὶ μεγάλα γέρα καρπούμενοι, τῶν δʼ ἁμαρτημάτων σμικρὸν ἢ οὐδὲν ἐπιτιμώμενοι,