Ancient Greek · ~3 min
Book 41, Chapter 27
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.27
Not analysed yet
“ἐγώ, ὦ ἄνδρες στρατιῶται, βούλομαι μὲν φιλεῖσθαι ὑφʼ ὑμῶν, οὐ μέντοι καὶ συνεξαμαρτάνειν ἂν ὑμῖν διὰ τοῦθʼ ἑλοίμην· ἀγαπῶ τε γὰρ ὑμᾶς, καὶ ἐθέλοιμʼ ἄν, ὡς πατὴρ παῖδας, καὶ σώζεσθαι καὶ εὐθενεῖν καὶ εὐδοξεῖν. μὴ γάρ τοι νομίσητε φιλοῦντος ἔργον εἶναι τὸ συγχωρεῖν τισιν ἃ μὴ προσήκει πράττειν, ἐξ ὧν καὶ κινδύνους καὶ ἀδοξίας ἀνάγκη πᾶσα αὐτοῖς συμβαίνειν, ἀλλὰ τό τε τὰ ἀμείνω αὐτοὺς διδάσκειν καὶ τὸ τῶν χειρόνων ἀπείργειν καὶ νουθετοῦντα καὶ σωφρονίζοντα. γνώσεσθε δὲ ὅτι τἀληθῆ λέγω, ἂν μήτε πρὸς τὸ αὐτίκα ἡδὺ τὸ συμφέρον κρίνητε μᾶλλον ἢ πρὸς τὸ ἀεὶ ὠφέλιμον, μήτε τὸ τὰς ἐπιθυμίας ἐκπιμπλάναι γενναῖον μᾶλλον ἢ τὸ κρατεῖν αὐτῶν νομίσητε εἶναι. αἰσχρὸν μὲν γὰρ παραχρῆμά τι ἡσθέντας ὕστερον μεταγνῶναι, δεινὸν δὲ τὸ τῶν πολεμίων κρατοῦντας ἡδονῶν τινων ἡττᾶσθαι.