Ancient Greek · ~5 min
Book 41, Chapter 32
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.32
Not analysed yet
πρὸς γὰρ δὴ τοῖς εἰρημένοις, τοῖς τε ἄλλοις ὅσα ἄν τις μηκύνων περὶ τῶν τοιούτων διεξέλθοι, καὶ ἐκεῖνο δεῖ ὑμᾶς προσλογίζεσθαι, ὅτι νῦν ἡμεῖς ἐνταῦθʼ ἥκομεν ἵνα τῇ τε πατρίδι ἀδικουμένῃ βοηθήσωμεν καὶ τοὺς κακουργοῦντας αὐτὴν ἀμυνώμεθα, ἐπεὶ εἴγε ἐν μηδενὶ δεινῷ ἦν, οὔτʼ ἂν ἐς τὴν Ἰταλίαν μετὰ τῶν ὅπλων ἤλθομεν (οὐ γὰρ ἔξεστιν )οὔτʼ ἂν τά τε τῶν Κελτῶν καὶ τὰ τῶν Βρεττανῶν ἀτέλεστα κατελίπομεν, δυνηθέντες ἂν καὶ ἐκεῖνα προσκατεργάσασθαι. οὐκοῦν πῶς μὲν οὐκ ἄτοπον ἐπὶ τῇ τῶν ἀδικούντων τιμωρίᾳ παρόντας ἡμᾶς μηδὲν ἧττον ἐκείνων πλεονεκτοῦντας φανῆναι; πῶς δʼ οὐ σχέτλιον πρὸς ἐπικουρίαν τῆς πατρίδος ἀφιγμένους συμμάχων αὐτὴν ἑτέρων ἀναγκάσαι καθʼ ἡμῶν δεηθῆναι; καίτοι ἔγωγε τοσοῦτον περιεῖναι τοῖς δικαιώμασι τοῦ Πομπηίου νομίζω ὥστε καὶ ἐς δίκην πολλάκις αὐτὸν προκαλέσασθαι, καὶ ἐπειδή γε μὴ ἠθέλησεν εἰρηνικῶς ὑπὸ τοῦ συνειδότος διακριθῆναι, πάντα μὲν τὸν δῆμον πάντας δὲ τοὺς συμμάχους ἐλπίσαι διὰ τοῦτο προσθήσεσθαι. ἀλλὰ νῦν, ἄν γε καὶ τοιαῦτα ποιῶμεν, οὔτʼ αὐτὸς ἐπιτήδειόν τι ἕξω προΐσχεσθαι οὔτε ἐκείνοις ἀνεπιεικὲς ἐγκαλέσαι. δεῖ δὲ δὴ καὶ τοῦ δικαίου πᾶσαν ἡμᾶς πρόνοιαν ποιεῖσθαι· μετὰ μὲν γὰρ τούτου καὶ ἡ παρὰ τῶν ὅπλων ἰσχὺς εὔελπίς ἐστιν, ἄνευ δʼ ἐκείνου βέβαιον οὐδέν, κἂν παραυτίκα τις κατορθώσῃ τι, ἔχει.