Ancient Greek · ~2 min
41.33.1 to 41.33.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.33.1-2
Not analysed yet
καὶ ὅτι ταῦθʼ οὕτω πέφυκε, καὶ ὑμῶν οἱ πλείους ἐπίστανται· πάντα γοῦν τὰ προσήκοντα ἀπαράκλητοι πράττετε. ὅθεν που καὶ ἐγὼ συνεκάλεσα ὑμᾶς, ἵνα καὶ μάρτυρας καὶ ἐπόπτας τῶν τε λεγομένων καὶ τῶν πραττομένων ποιήσωμαι. ἀλλʼ ὑμεῖς μὲν οὐ τοιοῦτοί ἐστε, καὶ διὰ ταῦτα καὶ ἐπαινεῖσθε· ὀλίγοι δὲ δή τινες ὁρᾶτε ὅπως, πρὸς τῷ πολλὰ κεκακουργηκέναι καὶ μηδεμίαν αὐτῶν δίκην δεδωκέναι, καὶ προσεπαπειλοῦσιν ἡμῖν. οὐ μέντοι καὶ ἐγὼ οὔτʼ ἄλλως καλὸν εἶναι νομίζω ἄρχοντά τινα τῶν ἀρχομένων