Ancient Greek · ~2 min
41.33.4 to 41.33.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.33.4-5
Not analysed yet
φύσει τε γὰρ ἀναγκαίᾳ τινὶ καὶ σωτηρίᾳ τὸ μὲν ἄρχειν ἐν τοῖς ἀνθρώποις τὸ δὲ ἄρχεσθαι τέτακται, καὶ ἀδύνατόν ἐστιν ἄνευ αὐτῶν καὶ ὁτιοῦν καὶ ἐφʼ ὁποσονοῦν διαγενέσθαι. προσήκει τε τῷ μὲν ἐπιστατοῦντί τινος ἐκφροντίζειν τε τὰ δέοντα καὶ ἐπιτάττειν, τῷ δὲ ὑποτεταγμένῳ πειθαρχεῖν τε ἀπροφασίστως καὶ ἐκπονεῖν τὸ κελευόμενον· ἐξ οὗ καὶ μάλιστα τό τε ἔμφρον τοῦ ἄφρονος καὶ τὸ ἐπιστῆμον τοῦ ἀνεπιστήμονος ἐν παντὶ προτετίμηται.