Ancient Greek · ~4 min
Book 41, Chapter 34
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.34
Not analysed yet
οὕτω δὴ οὖν τούτων ἐχόντων οὐκ ἄν ποτε οὔτε συγχωρήσαιμί τι τούτοις τοῖς θορυβήσασιν ἀναγκασθεὶς οὔτʼ ἂν ἐπιτρέψαιμι βιασθείς. ἢ τί μὲν ἀπό τε τοῦ Αἰνείου καὶ ἀπὸ τοῦ Ἰούλου γέγονα, τί δὲ ἐστρατήγησα, τί ὑπάτευσα, ἐπὶ τί δὲ ὑμᾶς τοὺς μὲν οἴκοθεν ἐξήγαγον τοὺς δʼ ὕστερον προσκατέλεξα, ἐπὶ τί τοσοῦτον ἤδη χρόνον τὴν ἐξουσίαν τὴν ἀνθύπατον ἔχω λαβών, ἄν γε δουλεύσω τινὶ ὑμῶν καὶ νικηθῶ τινος ὑμῶν ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ, πρὸς τὴν Ῥώμην, διʼ οὗ καὶ Γαλάτας ἐχειρώσασθε καὶ Βρεττανῶν ἐκρατήσατε; τί δείσας καὶ τί φοβηθείς; μή μέ τις ὑμῶν ἀποκτείνῃ; ἀλλʼ εἰ μέν πάντες ταῦτʼ ἐφρονεῖτε, ἑκὼν ἂν ἀποθανεῖν εἱλόμην ἢ τό τε ἀξίωμα τῆς ἡγεμονίας καταλῦσαι καὶ τὸ φρόνημα τὸ τῇ προστατείᾳ προσῆκον ἀπολέσαι· πολὺ γάρ που πλείω πόλει κινδυνεύεται τοῦ ἕνα ἄνδρα ἀδίκως ἀποθανεῖν, ἂν ἐθισθῶσιν οἱ στρατιῶται τοῖς τε στρατηγοῖς σφων προστάττειν τινὰ καὶ τὰ δίκαια