Ancient Greek · ~6 min
Book 41, Chapter 51
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.51
Not analysed yet
ὁ οὖν Καῖσαρ, ὡς ταῦτά τε συνεβεβήκει καὶ ὁ σῖτος αὐτὸν ἐπελελοίπει (ἥ τε γὰρ θάλασσα καὶ ἡ γῆ πᾶσα ἡ πλησία ἀλλοτρία αὐτῷ ἦν, καί τινες διὰ ταῦτα καὶ ἀπηυτομολήκεσανʼ, δείσας μὴ ἤτοι προσεδρεύων καταπολεμηθῇ ἢ καὶ ὑπὸ τῶν ἄλλων ἐγκαταλειφθῇ, πάντα μὲν τὰ ᾠκοδομημένα κατέστρεψε, πάντα δὲ τὰ παραβεβλημένα προσδιέφθειρε, καὶ μετὰ τοῦτο ἐξαίφνης ἄρας ἐς Θεσσαλίαν ὥρμησεν. ἐν γὰρ τῷ αὐτῷ τούτῳ χρόνῳ ᾧ τὸ Δυρράχιον ἐπολιορκεῖτο, Λούκιός τε Κάσσιος Λογγῖνος καὶ Γναῖος Δομίτιος Καλουῖνος ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θεσσαλίαν ὑπʼ αὐτοῦ πεμφθέντες, Λογγῖνος μὲν ἐνταῦθα ὑπό τε τοῦ Σκιπίωνος καὶ ὑπὸ Σαδάλου Θρᾳκὸς ἰσχυρῶς ἐσφάλη, Καλουῖνος δὲ τῆς μὲν Μακεδονίας ὑπὸ τοῦ Φαύστου ἀπεώσθη, Λοκρῶν δὲ δὴ καὶ Αἰτωλῶν προσχωρησάντων οἱ ἔς τε τὴν Θεσσαλίαν μετʼ αὐτῶν ἐσέβαλε, καὶ τὸν Σκιπίωνα μάχαις, τῇ μὲν λοχισθεὶς τῇ δʼ ἀντενεδρεύσας, ἐνίκησε, καὶ ἀπʼ αὐτοῦ καὶ πόλεις τινὰς προσεποιήσατο. ἐνταῦθʼ οὖν ὁ Καῖσαρ, ὡς καὶ ῥᾷον σὺν ἐκείνοις τῆς τε τροφῆς εὐπορήσων καὶ τὸν πόλεμον διοίσων, ἠπείχθη. καὶ ἐπειδὴ οὐδεὶς αὐτὸν ἅτε κακῶς πεπραγότα ἐδέχετο, τῶν μὲν ἄλλων καὶ ἄκων ἀπείχετο, Γόμφοις δὲ δὴ πολίχνῃ τινὶ Θεσσαλικῇ προσπεσὼν καὶ κρατήσας πολλούς τε ἔκτεινε καὶ πάντα διήρπασεν, ὅπως καὶ τοὺς ἄλλους ἐκ τούτου καταφοβήσῃ. αὐτίκα γοῦν Μητρόπολις, ἕτερόν τι πόλισμα, οὐδὲ ἐς χεῖρας αὐτῷ ἦλθεν, ἀλλʼ ἀμαχεὶ ὡμολόγησε· καί σφας κακὸν οὐδὲν δράσας ῥᾷον καὶ ἄλλους τινὰς ἀφʼ ἑκατέρου προσεποιήσατο.