Ancient Greek · ~4 min
Book 41, Chapter 52
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.52
Not analysed yet
καὶ ὁ μὲν ἰσχυρὸς αὖθις ἐγίγνετο, Πομπήιος δὲ οὐκ ἐπεδίωξε μὲν αὐτόν (νυκτός τε γὰρ ἐξαπιναίως ἀπανέστη, καὶ τὸν ποταμὸν τὸν Γενουσὸν σπουδῇ διέβἠ, οὕτω μέντοι τὴν γνώμην εἶχεν ὡς καὶ διαπεπολεμηκώς. κἀκ τούτου τὸ μὲν τοῦ αὐτοκράτορος ὄνομα ἔλαβεν, οὐ μέντοι καὶ ἐμεγαληγόρει τι ἢ καὶ δάφνην τινὰ ταῖς ῥάβδοις περιῆψεν, δυσχεραίνων ἐπὶ πολίταις τοιοῦτό τι ποιῆσαι. ἐκ δὲ δὴ τῆς αὐτῆς ταύτης διανοίας οὐδὲ ἐς τὴν Ἰταλίαν οὔτʼ αὐτὸς ἔπλευσεν οὔτʼ ἄλλους τινὰς ἔπεμψε, καίτοι ῥᾳδίως ἂν πᾶσαν αὐτὴν κατασχών· τῷ τε γὰρ ναυτικῷ πολὺ ἐκράτει ἅτε πεντακοσίας ναῦς ταχείας ἔχων, ὥστε πανταχόσε ἅμα κατᾶραι, καὶ τὰ ἐκεῖ οὔτʼ ἄλλως αὐτῷ ἤχθετο, οὔτε, εἰ καὶ τὰ μάλιστα ἠλλοτρίωτο, ἀξιόμαχά γε ἀντιπολεμῆσαι ἦν. πόρρω τε γὰρ τοῦ περὶ αὐτῆς δόξαι πολεμεῖν ἀφεστηκέναι ἐβούλετο, καὶ φόβον οὐδένα τοῖς ἐν τῇ Ῥώμῃ τότε οὖσι παρασχεῖν ἠξίου. τῆς μὲν οὖν Ἰταλίας διὰ ταῦτʼ οὐκ ἐπείρασεν, οὐ μὴν οὐδὲ ἐπέστειλε τῷ κοινῷ περὶ τῶν πραχθέντων οὐδέν· ἐπὶ δὲ δὴ τὸν Καίσαρα μετὰ τοῦθʼ ὁρμήσας ἐς τὴν Θεσσαλίαν ἀφίκετο.