Ancient Greek · ~1 min
Book 41, Chapter 9
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.9.1
Not analysed yet
οὕτως οὖν δὴ πάντων αὐτῶν διακειμένων, καὶ μηδενός, ἔξω τῶν προσφιλῶν πῃ τῷ Καίσαρι δοκούντων εἶναι, ἐν ἐλαφρῷ τὸ πρᾶγμα ποιουμένου, καὶ ἐκείνων δὲ πρὸς τὰς μεταβολὰς τῶν τρόπων, ἃς οἱ πλείους πρὸς τὰ παρόντα σφίσι λαμβάνουσιν, οὐ φερεγγύῳ πίστει θαρσούντων, οὐδʼ ἐπινοῆσαι ῥᾴδιον ὅση μὲν ταραχὴ ὅσον δὲ καὶ πένθος ἐν τῇ τῶν τε ὑπάτων καὶ τῶν ἄλλων