Ancient Greek · ~2 min
Book 41, Chapter 9
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 41.9.2
Not analysed yet
τῶν συνεξορμωμένων σφίσιν ἐξόδῳ ἐγένετο. τήν τε γὰρ νύκτα πᾶσαν ἀνασκευαζόμενοι καὶ περιφοιτῶντες ἐθορύβουν, καὶ ὑπὸ τὴν ἕω πολὺς μὲν πρὸς τοῖς ἱεροῖς οἶκτος (καὶ γὰρ ἑκασταχόθι περιιόντες εὐχὰς ἐποιοῦντὀ πάντας αὐτοὺς ἐλάμβανε· τούς τε γὰρ θεοὺς ἀνεκάλουν καὶ τὰ δάπεδα κατεφίλουν, ὁσάκις τε ἐξ οἵων περιεγένοντο ἀνηριθμοῦντο, καὶ ὅτι τὴν πατρίδα, ὃ μηπώποτε ἐτετόλμητό σφισιν, ἐξέλειπον, ὠδύροντο· πολὺς δὲ καὶ περὶ τὰς πύλας θρῆνος ἦν·