Ancient Greek · ~3 min
Book 42, Chapter arg
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.0
Not analysed yet
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ δευτέρῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς Πομπήιος ἡττηθεὶς ἐν Θεσσαλίᾳ ἔφυγεν εἰς Αἴγυπτον καὶ ἀπέθανεν. β. ὡς Καῖσαρ Πομπήιον ἐπιδιώκων εἰς Αἴγυπτον ἦλθεν. γ. ὡς ἠγγέλθη τὰ κατὰ Καίσαρα καὶ Πομπήιον εἰς Ῥώμην καὶ ἃ ἐψηφίσαντο τῷ Καίσαρι. δ. ὡς ἐστασίασαν οἱ ἐν Ῥώμῃ παρὰ τὴν τοῦ Καίσαρος ἀποδημίαν. ε. ὡς Καῖσαρ Αἰγυπτίοις πολεμήσας κατεστρέψατο αὐτοὺς καὶ τῇ Κλεοπάτρᾳ ἐχαρίσατο. ζ. ὡς Καῖσαρ Φαρνάκην ἐνίκησεν. η. ὡς Καῖσαρ ἐς Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐν αὐτῇ κατεστήσατο. θ. ὡς Καῖσαρ ἐς Ἀφρικὴν ἐστράτευσεν. χρόνου πλῆθος τὰ λοιπὰ τῆς Γ. Ἰουλίου Καίσαρος τὸ β καὶ Πουπλίου Σερουιλίου Ἰσαυρικοῦ ὑπατείας καὶ ἄλλο ἔτος ἕν, ἐν ᾧ ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ δικτάτωρ τὸ β μ. Ἀντώνιος Μ. υἱ. ἵππαρχος ὑπάτω δὲ κ. Φούφιος Κ. υἱ. Καλῆνος π. Οὐατίνιος π. υἱ.