Ancient Greek
Book 42, Chapter 1
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.1.1
Not analysed yet
ἡ μὲν οὖν μάχη τοιαύτη δή τις ἐγένετο, καὶ ἀπʼ αὐτῆς ὁ Πομπήιος πάντων τῶν ἑαυτοῦ πραγμάτων παραχρῆμα ἀπέγνω, καὶ οὐκέτʼ οὔτε τῆς ἰδίας ἀρετῆς οὔτε τοῦ τῶν λοιπῶν στρατιωτῶν πλήθους οὔθʼ ὅτι πολλάκις ἡ τύχη διʼ ἐλαχίστου τοὺς πταίσαντας ἀναλαμβάνει λογισμόν τινα ἐποιήσατο, καίπερ ἐν τῷ πρόσθεν χρόνῳ πλεῖστον μὲν τὸ εὔθυμον πλεῖστον δὲ τὸ εὔελπι παρὰ πάντα ὅσα ἐσφάλη ἀεί ποτε σχών.