Ancient Greek · ~2 min
Book 42, Chapter 1
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.1.2
Not analysed yet
αἴτιον δὲ ὅτι ἐν μὲν ἐκείνοις ἀντίπαλος ὡς πλήθει τοῖς ἐναντίοις ὢν οὐ προελάμβανε τῇ γνώμῃ τὴν νίκην, ἀλλʼ ἐπʼ ἀμφότερα τὴν ἔκβασιν τῶν πραγμάτων, ἔν τε τῷ θαρσοῦντι καὶ πρὶν ἐς κατάπληξίν τινα ἀφικέσθαι, προσκοπῶν οὐκ ἠμέλει τῆς τοῦ χείρονος θεραπείας, καὶ διὰ τοῦτʼ οὔθʼ ὑπείκειν ταῖς συμφοραῖς ἠναγκάζετο καὶ ἀναμάχεσθαι ῥᾳδίως ἐδύνατο, τότε δὲ πολλῷ τοῦ Καίσαρος περισχήσειν ἐλπίσας οὐδὲν προείδετο.