Ancient Greek · ~2 min
42.24.1 to 42.24.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.24.1-2
Not analysed yet
δίφρον αὐτοῦ συνέτριψεν· ὁ δὲ ὀργὴν μὲν πολλὴν καθʼ ἕκαστον αὐτῶν ἐποιεῖτο, δεδιὼς δὲ μὴ καὶ κολασθῇ (δύναμιν γὰρ ἀξιόμαχον ἐν τῇ πόλει εἶχενʼ ἐς Καμπανίαν πρὸς Μίλωνα νεωτερίζοντά τι ἀπᾶραι ἔγνω. ἐκεῖνος γὰρ ἐπειδὴ μόνος τῶν φευγόντων οὐ κατήχθη πρὸς τοῦ Καίσαρος, ἔς τε τὴν Ἰταλίαν ἀφίκετο, καὶ πολλοὺς ἀνθρώπους, τοὺς μὲν βίου δεομένους τοὺς δὲ καὶ τιμωρίαν τινὰ δεδιότας, συλλέξας τήν τε χώραν ἐκακούργει καὶ ταῖς πόλεσι ταῖς τε ἄλλαις καὶ τῇ Καπύῃ