Ancient Greek · ~2 min
Book 42, Chapter 24
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.24.3
Not analysed yet
προσέβαλλε. πρὸς οὖν τοῦτον ὁ Καίλιος ἀφορμῆσαι ἐθελήσας ὡς μετʼ αὐτοῦ πᾶν ὅ τι δύναιτο τὸν Καίσαρα λυπήσῃ, ἔπειτʼ ἐπειδὴ μήτε ἐκ τοῦ προφανοῦς ἐκδημῆσαι ἐδύνατο (παρετηρεῖτο γάρʼ μήτʼ αὖ ἐκδρᾶναι ἐτόλμα διά τε τἆλλα καὶ ὅτι πολλῷ πλείω ἔν τε τῷ σχήματι καὶ ἐν τῷ ὀνόματι τῷ τῆς στρατηγίας ὢν καταπράξειν ἤλπιζε, τῷ τε ὑπάτῳ προσῆλθε καὶ παρῃτεῖτο αὐτόν, λέγων καὶ πρὸς τὸν Καίσαρα ἀπελθεῖν βούλεσθαι.