Ancient Greek · ~2 min
42.31.1 to 42.31.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.31.1-2
Not analysed yet
ὁ οὖν Ἀντώνιος μήτε ἐπισχεῖν αὐτοὺς δυνάμενος, καὶ τῷ πλήθει διὰ τὴν πρὸς τὸν Δολοβέλλαν ἐναντίωσιν προσκρούων, τὰ μὲν πρῶτα τούτῳ προσέθετο, καὶ τὸν Τρεβέλλιον ἄλλα τε ἐπῃτιᾶτο καὶ ὅτι τοὺς στρατιώτας σφετερίζοιτο· ἔπειτα δὲ αἰσθόμενος τὸν ὅμιλον ἑαυτοῦ μὲν μηδὲν προτιμῶντα τῷ δὲ Δολοβέλλᾳ μόνῳ προσκείμενον, ἠχθέσθη καὶ μετεβάλετο, ἄλλως τε καὶ ὅτι τῆς μὲν παρὰ τοῦ πλήθους χάριτος οὐκ ἐκοινώνει οἱ, τῆς δὲ παρὰ τῶν βουλευτῶν