Ancient Greek · ~2 min
Book 42, Chapter 31
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.31.3
Not analysed yet
αἰτίας τὸ πλεῖστον μετελάμβανε. καὶ τῷ μὲν λόγῳ ἐν μέσῳ ἀμφοῖν ἔστη, τῷ δὲ ἔργῳ τὸν Τρεβέλλιον κρύφα ἀνθείλετο, καὶ τά τε ἄλλα αὐτῷ συνηγωνίζετο καὶ στρατιώτας λαβεῖν ἐπέτρεψεν. καὶ ὁ μὲν θεατὴς ἐκ τούτου καὶ ἀγωνοθέτης αὐτῶν ἐγίγνετο, ἐκεῖνοι δὲ ἐμάχοντο, καὶ τῆς τε πόλεως τὰ ἐπικαιρότατα ἀντικατελάμβανον καὶ φόνους τε καὶ ἐμπρήσεις ἐποίουν, ὥστε καὶ τὰ ἱερά ποτε ἐκ τοῦ Ἑστιαίου ὑπὸ τῶν