Ancient Greek · ~3 min
Book 42, Chapter 37
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.37
Not analysed yet
εὐθὺς ἄραντες ἤλασαν· πυθόμενος δὲ τοῦτο ὁ Καῖσαρ, καὶ καταδείσας τό τε πλῆθος αὐτῶν καὶ τὰς τόλμας, ἔπεμψέ τινας πρὸς τὸν Ἀχιλλᾶν, οὔτι γε τῷ αὑτοῦ ἀλλὰ τῷ τοῦ Πτολεμαίου ὀνόματι, κελεύοντος αὐτῷ τὴν ἡσυχίαν ἄγειν. καὶ ὃς συνιεὶς ὅτι οὐ τοῦ παιδὸς ἀλλʼ ἐκείνου ἡ πρόσταξις ἦν, οὐχ ὅπως οὐκ ἐπήκουσεν αὐτοῦ, ἀλλὰ καὶ προσκαταφρονήσας ὡς καὶ φοβουμένου τούς τε στρατιώτας συνήγαγε, καὶ πολλὰ μὲν ὑπὲρ τοῦ Πτολεμαίου πολλὰ δὲ καὶ κατὰ τοῦ Καίσαρος τῆς τε Κλεοπάτρας εἰπών, τέλος καὶ ἐπὶ τοὺς πεμφθέντας καίπερ Αἰγυπτίους ὄντας παρώξυνεν αὐτούς, ὅπως τοῦ τε φόνου σφῶν ἀναπλησθῶσι καὶ ἐς ἀνάγκην ἀσπείστου πολέμου καταστῶσι. μαθὼν οὖν ταῦτα ὁ Καῖσαρ τούς τε ἐκ τῆς Συρίας στρατιώτας μετεπέμψατο, καὶ τὰ βασίλεια τά τε ἄλλα τὰ πλησίον αὐτῶν οἰκοδομήματα διετάφρευσε