Ancient Greek · ~4 min
Book 42, Chapter 38
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.38
Not analysed yet
καὶ ἀπετείχισε μέχρι τῆς θαλάσσης. κἀν τούτῳ καὶ ὁ Ἀχιλλᾶς μετά τε τῶν Ῥωμαίων καὶ μετὰ τῶν ἄλλων τῶν ὑπὸ τοῦ Γαβινίου σὺν τῷ Σεπτιμίῳ πρὸς τὴν τοῦ Πτολεμαίου φρουρὰν καταλειφθέντων ἐπελθών (ἐκ γὰρ δὴ τῆς ἐκεῖ διατριβῆς καὶ τοὺς τρόπους ἐς τὸ ἐπιχώριον μετεβεβλήκεσανʼ τῶν τε Ἀλεξανδρέων τὸ πλεῖστον εὐθὺς προσεποιήσατο καὶ τὰ ἐπικαιρότατα ἐκρατύνατο. κἀκ τούτου πολλαὶ μὲν μάχαι καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ αὐτοῖς ἐγίγνοντο, πολλὰ δὲ καὶ κατεπίμπρατο, ὥστε ἄλλα τε καὶ τὸ νεώριον τάς τε ἀποθήκας καὶ τοῦ σίτου καὶ τῶν βίβλων, πλείστων δὴ καὶ ἀρίστων, ὥς φασι, γενομένων, καυθῆναι. ἐκράτει δὲ τῆς μὲν ἠπείρου ὁ Ἀχιλλᾶς, χωρὶς ὧν ὁ Καῖσαρ ἐνετετείχιστο, τῆς δὲ δὴ θαλάσσης ἐκεῖνος, ἄνευ τοῦ λιμένος. καὶ ναυμαχίᾳ τε ἐνίκησε, καὶ ἐπειδὴ διὰ τοῦτο φοβηθέντες οἱ Αἰγύπτιοι μὴ ἐς τὸν λιμένα σφῶν ἐπεσπλεύσῃ, τὸ στόμα αὐτοῦ πλὴν βραχέος ἔχωσαν, καὶ ἐκεῖνο προσαπέφραξεν, ὁλκάδας λίθων πλήρεις καταποντώσας, ὥστʼ αὐτοὺς μηδʼ εἰ πάνυ τι βούλοιντο ἐκπλεῦσαι, δυνηθῆναί ποι ἀπᾶραι. ποιήσας δὲ τοῦτο ῥᾷον τὰ ἐπιτήδεια τά τε ἄλλα καὶ ὕδωρ ἐπήγετο· τὴν γὰρ αὐτόθεν ὑδρείαν ὁ Ἀχιλλᾶς σφας ἀφῄρητο, τοὺς ὀχετοὺς διακόψας.