Ancient Greek · ~6 min
42.40.1 to 42.40.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.40.1-5
Not analysed yet
προϊόντος δὲ τοῦ χρόνου στάσις τοῖς περὶ τὴν Ἀρσινόην οὖσιν ἐνέπεσε, καὶ αὐτὴν ὁ Γανυμήδης ἔπεισε τὸν Ἀχιλλᾶν ὡς καὶ τὸ ναυτικὸν προδώσοντα ἀποκτεῖναι. γενομένου δὲ τούτου τήν τε ἡγεμονίαν τῶν στρατιωτῶν παρέλαβε, καὶ τὰ πλοῖα ὅσα ἐν τῷ ποταμῷ καὶ ἐν τῇ λίμνῃ ἦν συνήγαγεν, ἄλλα τε προσκατεσκεύασε, καὶ πάντα αὐτὰ ἐς τὴν θάλασσαν διὰ τῶν διωρύχων κομίσας τοῖς τε Ῥωμαίοις μὴ προσδεχομένοις προσέβαλε, καὶ τὰς μὲν κατέπρησε τῶν ὁλκάδων αὐτῶν τὰς δὲ ἀνεδήσατο, καὶ μετὰ τοῦτο τόν τε ἔσπλουν τοῦ λιμένος ἐξεκάθηρε, κἀνταῦθα ναυλοχῶν πολλά σφας ἐλύπει. τηρήσας οὖν ποτε αὐτοὺς ὁ Καῖσαρ ἀμελῶς ὑπὸ τοῦ κρατεῖν ἔχοντας ἔς τε τὸν λιμένα αἰφνιδίως ἐπεσέπλευσε, καὶ συχνὰ πλοῖα καύσας ἔς τε τὴν Φάρον ἀπέβη καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ἐφόνευσεν. ἰδόντες δὲ τοῦτο οἱ ἐν τῇ ἠπείρῳ Αἰγύπτιοι κατά τε τὰς γεφύρας ἐπεβοήθησαν αὐτοῖς, καὶ συχνοὺς τῶν Ῥωμαίων ἀνταποκτείναντες τοὺς λοιποὺς ἐς τὰς ναῦς ἐσήραξαν. καὶ αὐτῶν ὁπουδήποτε καὶ ἀθρόως ἐσβιαζομένων ἐς αὐτὰς ἄλλοι τε πολλοὶ ἐς τὴν θάλασσαν ἐξέπεσον καὶ ὁ Καῖσαρ. κἂν διέφθαρτο κακῶς, ὑπό τε τῶν ἱματίων βαρυνόμενος καὶ ὑπὸ τῶν Αἰγυπτίων βαλλόμενος (ἁλουργῶν γὰρ αὐτῶν ὄντων ἐστοχάζοντὀ, εἰ μὴ καὶ ἐκεῖνα ἀπερρίφει καὶ μετὰ τοῦτο διανεύσας πῃ ἐς ἀκάτιον ἐσεβεβήκει. καὶ ὁ μὲν οὕτως ἐσώθη, μηδὲν τῶν γραμμάτων βρέξας ἃ πολλὰ ἐν τῇ ἀριστερᾷ χειρὶ ἀνέχων ἐνήξατο· τὴν δὲ δὴ ἐσθῆτα αὐτοῦ οἱ Αἰγύπτιοι λαβόντες πρὸς τὸ τρόπαιον, ὃ ἔστησαν τῆς τροπῆς ταύτης, ἀνεκρέμασαν ὡς καὶ αὐτὸν ἐκεῖνον ᾑρηκότες. καὶ ἤδη γὰρ καὶ τὰ στρατεύματα ἃ ἀπὸ τῆς Συρίας μετεπέπεμπτο ἐπλησίασε, τάς τε κατάρσεις ἐτήρουν