Ancient Greek · ~2 min
Book 42, Chapter 40
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.40.6
Not analysed yet
καὶ πολλὰ αὐτοὺς ἔβλαπτον. τοῖς μὲν γὰρ πρὸς τὴν Λιβύην σφῶν προσπίπτουσιν ὁ Καῖσαρ τρόπον τινὰ ἤμυνε· συχνοὺς δὲ δὴ περὶ τὰς τοῦ Νείλου ἐκβολὰς πυρσοῖς ὡς καὶ Ῥωμαῖοι ὄντες ἠπάτων τε καὶ συνελάμβανον, ὥστε τοὺς λοιποὺς μηκέτι τολμᾶν παρακομίζεσθαι, μέχρις οὗ Τιβέριος Κλαύδιος Νέρων ἐς αὐτὸν τότε τὸν ποταμὸν ἀναπλεύσας ἐκείνους τε μάχῃ ἐκράτησε καὶ τοῖς σφετέροις ἀδεέστερον τὸν πρόσπλουν ἐποίησε.