Ancient Greek · ~4 min
Book 42, Chapter 43
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.43
Not analysed yet
προσεδόκησε. παραλαβόντες δὲ τὸ παιδάριον οἱ Αἰγύπτιοι τῶν μὲν σπονδῶν οὐδὲν ἐφρόντισαν, ἐπὶ δὲ τὸν Μιθριδάτην παραχρῆμα ὥρμησαν ὡς δὴ καὶ μέγα τι ἔν τε τῷ ὀνόματι καὶ ἐν τῷ γένει τῷ τοῦ Πτολεμαίου κατορθώσοντες· καὶ αὐτὸν πρὸς τῇ λίμνῃ ἐν μέσῳ τοῦ τε ποταμοῦ καὶ τῶν ἑλῶν ἀπολαβόντες ἐθορύβουν. ὁ οὖν Καῖσαρ ἐκείνους μὲν οὐκ ἐπεδίωξεν, δεδιὼς μὴ λοχισθείη· ἀναχθεὶς δὲ νυκτὸς ὡς πρὸς ἐκβολήν τινα τοῦ Νείλου ἐπειγόμενος, καὶ φῶς, ὅπως ἐπὶ πλεῖστον ταύτῃ προϊέναι νομισθῇ, πάμπολυ καθʼ ἑκάστην ναῦν ἀνάψας, τὸ μὲν πρῶτον ἐπιπλεῖν ὥρμητο, ἔπειτα δὲ ἀποσβέσας αὐτὸ ἀνεκομίσθη, καὶ παραπλεύσας τὴν πόλιν πρός τε τὴν χερρόνησον τὴν πρὸς τῇ Λιβύῃ οὖσαν κατῆρε, κἀνταῦθα τοὺς στρατιώτας ἐκβιβάσας περιῆλθέ τε τὴν λίμνην, καὶ τοῖς Αἰγυπτίοις ἀπροσδόκητος ὑπὸ τὴν ἕω πῥ̣?ʼπεσὼν εὐθύς τε αὐτοὺς κατέπληξεν ὥστε καὶ ἐπικηρυκεύσασθαι, καὶ μετὰ τοῦτο (τὴν γὰρ ἱκετείαν αὐτῶν οὐκ ἐδέξατὀ μάχῃ τε ὀξείᾳ κατεκράτησε καὶ παμπληθεῖς ἐφόνευσε· καί τινες καὶ ἐν τῷ ποταμῷ μετὰ τοῦ Πτολεμαίου, σπουδῇ διʼ αὐτοῦ φυγόντες, ἐφθάρησαν.