Ancient Greek · ~4 min
Book 42, Chapter 42
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.42
Not analysed yet
αἰσθόμενοι δὲ ταῦθʼ οἱ Αἰγύπτιοι τὸν μὲν πόλεμον οὐδʼ ὣς κατελύσαντο, ἀχθεσθέντες δὲ τῇ τοῦ εὐνούχου καὶ τῆς γυναικὸς ἀρχῇ, καὶ νομίσαντες, ἂν τὸν Πτολεμαῖον προστήσωνται, καθυπέρτεροι τῶν Ῥωμαίων ἔσεσθαι, ἔπειτʼ ἐπειδὴ οὐδένα τρόπον ἐξαρπάσαι αὐτὸν ἠδυνήθησαν (δεινῶς γὰρ ἐφυλάσσετὀ, ἐπλάσαντο ταῖς τε συμφοραῖς πεπονῆσθαι καὶ τῆς εἰρήνης ἐπιθυμεῖν, καὶ ἔπεμψαν πρὸς τὸν Καίσαρα ἐπικηρυκευόμενοί τε καὶ τὸν Πτολεμαῖον αἰτοῦντες, ὅπως δὴ σὺν αὐτῷ περὶ τῶν σπονδῶν, ἐφʼ οἷς γενήσοιντο, βουλεύσωνται. ὁ οὖν Καῖσαρ ἐνόμισε μὲν καὶ ὡς ἀληθῶς αὐτοὺς μεταβεβλῆσθαι (ἄλλως τε γὰρ καὶ δειλοὺς καὶ ὀξυρρόπους ὄντας ἤκουε, καὶ τότε πρὸς τὰ πταίσματα καταπεπληγμένους ᾔσθετὀ εἰ δὲ δὴ καὶ τεχνάζοιντό τι, ἀλλʼ ὅπως μὴ διὰ τοῦτʼ ἐμποδίζων τὴν εἰρήνην νομισθῇ, συνεπαινεῖν τέ σφισιν ἔφη καὶ τὸν Πτολεμαῖον ἔπεμψεν. οὔτε γὰρ ἐν ἐκείνῳ τι ἰσχυρὸν ἔκ τε τῆς ἡλικίας καὶ ἐκ τῆς ἀπαιδευσίας ἐνεώρα ὄν, καὶ τοὺς Αἰγυπτίους ἤτοι συναλλαγήσεσθαί οἱ ἐφʼ οἷς ἐβούλετο ἢ δικαιότερον καὶ καταπολεμηθήσεσθαι καὶ καταστραφήσεσθαι ἤλπισεν, ὥστε ἀπʼ εὐλόγου δή τινος προφάσεως τῇ Κλεοπάτρᾳ παραδοθῆναι· οὐ γάρ που καὶ ἡττηθήσεσθαί ποτε ὑπʼ αὐτῶν, ἄλλως τε καὶ τῆς δυνάμεώς οἱ προσγεγενημένης,