Ancient Greek · ~3 min
Book 42, Chapter 54
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.54
Not analysed yet
καὶ ὁ μὲν ταῦτά τε σοφιζόμενος εἶπε (πάνυ γὰρ αὐτῶν ἔχρῃζἐ καὶ χώραν ἔκ τε τῆς δημοσίας καὶ ἐκ τῆς ἑαυτοῦ δὴ πᾶσί σφισιν ἔνειμεν, ἄλλους ἄλλῃ, καὶ πάνυ πόρρω ἀπʼ ἀλλήλων, ἀπαρτήσας, ὥστε μήτε τοῖς ὁμοχώροις σφᾶς φοβεροὺς μήτʼ αὖ πρὸς νεωτερισμὸν ἑτοίμους, καθʼ ἕν που συνοικοῦντας, γενέσθαι. τῶν τε ἐποφειλομένων σφίσι χρημάτων, ἃ πολλὰ καὶ καθʼ ἑκάστην ὡς εἰπεῖν πρᾶξιν ὑπέσχητο δώσειν, τὰ μὲν εὐθὺς ἀπαλλάξειν, τὰ δὲ οὐκ ἐς μακρὰν καὶ σὺν τόκῳ γε διαλύσειν ἐπηγγείλατο. εἰπὼν δὲ ταῦτα, καὶ δουλωσάμενος αὐτοὺς ὥστε μήτε τι θρασύνεσθαι καὶ προσέτι καὶ χάριν εἰδέναι, προσεπεῖπεν “ἀπέχετε μὲν παρʼ ἐμοῦ πάντα, καὶ οὐδένα ἔθʼ ὑμῶν ἀναγκάσω στρατεύσασθαι· εἰ μέντοι τις ἑκούσιος ἐθέλοι καὶ τὰ λοιπά μοι συγκατεργάσασθαι, ἡδέως αὐτὸν δέξομαι.” ἀκούσαντες δὲ τοῦτο ἐκεῖνοι ὑπερήσθησαν καὶ πάντες ὁμοίως