Ancient Greek · ~3 min
Book 42, Chapter 55
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.55
Not analysed yet
ἀναστρατεύσασθαι ἠθέλησαν. ὁ οὖν Καῖσαρ τοὺς ταραχώδεις αὐτῶν, οὐ πάντας ἀλλʼ ὅσοι μετρίως πως συνόντες γεωργίαις ζῆν ἐδύναντο, ἀπολέξας τοῖς λοιποῖς ἐχρήσατο. καὶ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων στρατιωτῶν ἐποίησεν· τοὺς γὰρ πάνυ τε θρασεῖς καὶ ἱκανοὺς μέγα τι κακὸν δρᾶσαι ἐκ μὲν τῆς Ἰταλίας ἐξήγαγεν, ὅπως μηδὲν ἐκεῖ καταλειφθέντες νεοχμώσωσιν, ἐν δὲ δὴ τῇ Ἀφρικῇ καὶ μάλα ἡδέως, ἄλλους κατʼ ἄλλην πρόφασιν, ἀνάλωσε· τούς τε γὰρ ἐναντίους ἅμα δι’ αὐτῶν κατειργάζετο καὶ ἐκείνων ἀπηλλάττετο. φιλανθρωπότατός τε γὰρ ἀνδρῶν ὤν, καὶ πολλὰ κεχαρισμένα τοῖς τε ἄλλοις καὶ τοῖς στρατιώταις μάλιστα ποιῶν, δεινῶς τοὺς στασιάζοντάς σφων ἐμίσει καὶ ἰσχυρότατα αὐτοὺς ἐκόλαζε. ταῦτά τε ἐν ἐκείνῳ τῷ ἔτει, ἐν ᾧ δικτάτωρ μὲν ὄντως αὐτὸς τὸ δεύτερον ἦρξεν, ὕπατοι δὲ ἐπʼ ἐξόδῳ αὐτοῦ ἀποδειχθέντες ὅ τε Καλῆνος