Ancient Greek · ~2 min
Book 42, Chapter 56
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.56.4
Not analysed yet
που καὶ μόνου ἔχρῃζον, ἐπόριζον, τελευτῶντές τε ἐς τοῦτο καὶ τῆς παρασκευῆς καὶ τῆς διανοίας, οἷα μήτε στρατοῦ σφίσιν ἐναντιουμένου καὶ τοῦ Καίσαρος ἔν τε τῇ Αἰγύπτῳ καὶ ἐν τῷ ἄστει χρονίσαντος, ἀφίκοντο ὥστε καὶ ἐς τὴν Ἰβηρίαν τὸν Πομπήιον ἀποστεῖλαι. στασιάζειν τε γὰρ αὐτὴν πυνθανόμενοι, καὶ ἐκεῖνον ἑτοίμως ἅτε τοῦ Πομπηίου τοῦ Μάγνου παῖδα ὄντα δέξεσθαι νομίσαντες, παρεσκευάζοντο ὁ μὲν ὡς τήν τε Ἰβηρίαν διὰ βραχέων κατασχήσων καὶ πρὸς τὸ ἄστυ ἐκεῖθεν ὁρμήσων, οἱ δὲ ὡς τὸν πλοῦν