Ancient Greek · ~4 min
42.56.1 to 42.56.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.56.1-3
Not analysed yet
καὶ ὁ Οὐατίνιος ἐλέγοντο εἶναι, ἐποίησε, καὶ ἐς τὴν Ἀφρικὴν καίτοι τοῦ χειμῶνος ἐνεστηκότος ἐπεραιώθη. καὶ οὐκ ὀλίγα δὲ ἐκ τούτου, ἀνέλπιστος τοῖς ἐναντίοις προσπεσών, κατώρθωσε· πλεῖστον γὰρ παρὰ πάντα καὶ τῷ τάχει καὶ ταῖς ἐκ τοῦ ἀπροσδοκήτου στρατείαις κατέπραττεν, ὥστʼ εἴ τις ἐκλογίζοιτο ὅτῳ τοσοῦτον τῶν καθʼ ἑαυτὸν ἐν τοῖς πολεμίοις ὑπερήνεγκεν, οὐδὲν ἂν ἄλλο τούτου μᾶλλον ὂν ἔμπροσθε παραβαλὼν εὕροι. ἡ δὲ δὴ Ἀφρικὴ ἦν μὲν οὐδὲ ἐν τῷ πρόσθεν χρόνῳ φίλη τῷ Καίσαρι, μετὰ δὲ δὴ τὸν τοῦ Κουρίωνος θάνατον καὶ πάνυ ἐχθρὰ ἐγένετο. ὅ τε γὰρ Οὐᾶρος καὶ ὁ Ἰόβας τὰ πράγματα εἶχον, καὶ προσέτι καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων οἵ τε ἄλλοι οἱ μετʼ αὐτῶν ὄντες ἐκεῖσε, ὥσπερ εἶπον, συγκατέφυγον, κἀκ τούτου κοινωσάμενοι τὸν πόλεμον τά τε ἐν τῇ ἠπείρῳ ἐξηρτύσαντο καὶ τῇ τε Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐπίπλους ἐποιοῦντο, καὶ τάς τε πόλεις ἐλύπουν καὶ τὰ πλοῖα κατῆγον, καὶ ἀπʼ αὐτῶν καὶ ὅπλα τόν τε σίδηρον τὸν ἄλλον, οὗπέρ