Ancient Greek · ~4 min
Book 43, Chapter arg
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.0
Not analysed yet
τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τρίτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς Καῖσαρ Σκιπἱωνα καὶ Ἰόβαν ἐνίκησεν. β. ὡς Νουμιδίαν οἱ Ῥωμαῖοι ἔσχον. γ. ὡς Κάτων ἑαυτὸν ἀπέκτεινεν. δ. ὡς Καῖσαρ ἐς Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐπινίκια ἔπεμψε καὶ τἆλλα κατεστήσατο. ε. ὡς ἥ τε ἀγορὰ Καίσαρος καὶ ὁ ναὸς ὁ τῆς Ἀφροδίτης καθιερώθη. ζ. ὡς Καῖσαρ τὸν ἐνιαυτὸν ἐς τὸν νῦν τρόπον κατεστήσατο. η. ὡς Καῖσαρ Γναῖον Πομπήιον τὸν τοῦ Πομπηίου υἱὸν ἐν Ἰβηρίᾳ ἐνίκησεν. θ. ὡς πρῶτον ὕπατοι ἐς οὐχ ὅλον τὸ ἔτος ἀπεδείχθησαν. ι. ὡς Καρχηδὼν καὶ Κόρινθος ἀπῳκίσθη. ια. ὡς οἱ Κερεάλιοι ἀγορανόμοι κατεστάθησαν. χρόνου πλῆθος ἔτη τρία, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ δικτάτωρ τὸ γ μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ γ μετὰ Αἰμιλίου Λεπίδου γ. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ δ μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ δ μόνος γ. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ ε μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ ε μετὰ Μ. Ἀντωνίου.