Ancient Greek · ~2 min
Book 43, Chapter 1
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.1
Not analysed yet
τότε μὲν ταῦτʼ ἔπραξε, τῷ δὲ ἐχομένῳ ἔτει καὶ ἐδικτατόρευσεν ἅμα καὶ ὑπάτευσε, τρίτον ἑκάτερον, τοῦ Λεπίδου οἱ ἀμφοτέρωθι συνάρξαντος. ἐπειδὴ γὰρ δικτάτωρ ὑπʼ αὐτοῦ τὸ πρῶτον ἐλέχθη, παραχρῆμά τε αὐτὸν μετὰ τὴν στρατηγίαν ἐς τὴν Ἰβηρίαν τὴν πλησιαιτέραν ἔστειλε, καὶ ἐπανελθόντα ἐπινικίοις, μήτε τινὰς νικήσαντα μήτʼ ἀρχὴν μαχεσάμενόν τισιν, ἐτίμησε, πρόφασιν ὅτι τοῖς ὑπό τε τοῦ Λογγίνου καὶ ὑπὸ τοῦ Μαρκέλλου πραχθεῖσι παρεγένετο. οὔκουν οὐδὲ ἔπεμψέ τι ἐπʼ ἀληθείας, πλὴν τῶν χρημάτων ἃ τοὺς συμμάχους ἐσεσυλήκει. τούτοις τε οὖν αὐτὸν ἤγηλε, καὶ μετὰ τοῦτο καὶ συνάρχοντα ἑκατέρωθι προσείλετο.