Ancient Greek · ~4 min
43.20.1 to 43.20.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.20.1-3
Not analysed yet
δυσχερῶς μὲν οὖν διὰ ταῦθʼ ἅπερ εἶπον διετέθησαν, ἐλάχιστα δʼ οὖν αὐτὰ πρός γε τὸ πλῆθος τῶν ἑαλωκότων καὶ πρὸς τὸ μέγεθος τῶν κατειργασμένων ἐνόμιζον εἶναι. τούτων τε οὖν ἕνεκα καὶ ὑπερεθαύμαζον αὐτόν, καὶ ὅτι καὶ τὴν παρρησίαν τοῦ στρατοῦ πραότατα ἤνεγκε. τούς τε γὰρ ἐς τὸ συνέδριόν σφων ὑπʼ αὐτοῦ καταλεχθέντας ἐτώθασαν, καὶ τά τε ἄλλα ὅσα ποτʼ εὐτελίζετο, καὶ ἐν τοῖς μάλιστα τόν τε τῆς Κλεοπάτρας αὐτοῦ ἔρωτα καὶ τὴν παρὰ τῷ Νικομήδει τῷ τῆς Βιθυνίας βασιλεύσαντι διατριβήν, ὅτι μειράκιόν ποτε παρʼ αὐτῷ ἐγεγόνει, διεκερτόμησαν, ὥστε καὶ εἰπεῖν ὅτι Καῖσαρ μὲν Γαλάτας ἐδουλώσατο, Καίσαρα δὲ Νικομήδης. τέλος δὲ ἐφʼ ἅπασιν αὐτοῖς ἀθρόοι ἀναβοήσαντες εἶπον ὅτι, ἂν μὲν καλῶς ποιήσῃς, κολασθήσῃ, ἂν δὲ κακῶς, βασιλεύσεις. τοῦτο δὲ αὐτοῖς ἐβούλετο δηλοῦν ὅτι, ἂν μὲν ἀποδῷ τῷ δήμῳ τὴν αὐτονομίαν, ὅπερ που δίκαιον ἐνόμιζον εἶναι, καὶ κριθήσεται ἐφʼ οἷς ἔξω τῶν νόμων εἰργάσατο καὶ δίκην ὑφέξει, ἂν δὲ τῇ δυναστείᾳ ἐμμείνῃ, ὅπερ