Ancient Greek
Book 43, Chapter 20
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.20.4
Not analysed yet
που ἀδικοῦντος ἔργον ἦν, μοναρχήσει. οὐ μέντοι καὶ ἐκεῖνος ἤχθετο ταῦτα αὐτῶν λεγόντων, ἀλλὰ καὶ πάνυ ἔχαιρεν ὅτι τοσαύτῃ πρὸς αὐτὸν παρρησίᾳ, πίστει τοῦ μὴ ἂν ὀργισθῆναί ποτε ἐπʼ αὐτῇ, ἐχρῶντο, πλὴν καθʼ ὅσον τὴν συνουσίαν τὴν πρὸς τὸν Νικομήδη διέβαλλον· ἐπὶ γὰρ τούτῳ πάνυ τε ἐδυσκόλαινε καὶ ἔνδηλος ἦν λυπούμενος, ἀπολογεῖσθαί τε ἐπεχείρει καὶ κατώμνυε, κἀκ τούτου καὶ γέλωτα προσεπωφλίσκανεν.