Ancient Greek · ~3 min
Book 43, Chapter 6
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.6
Not analysed yet
μέχρι μὲν οὖν μόνος ὁ Σκιπίων ἐν τῷ στρατοπέδῳ ἦν, ταῦθʼ οὕτως ἐγίγνετο, ἐπεὶ δὲ καὶ ὁ Ἰόβας ἐπῆλθεν, ἠλλοιώθη. ἐκεῖνοι μὲν γὰρ καὶ προεκαλοῦντο τοὺς ἐναντίους ἐς μάχην, καὶ μὴ βουλομένους συμβαλεῖν ἐλύπουν, τῷ τε ἱππικῷ τοὺς ἀποσκεδαννυμένους σφῶν ἰσχυρῶς ἔβλαπτον· ὁ δὲ δὴ Καῖσαρ οὔτε ἐς χεῖρας αὐτοῖς ἑκὼν ᾔει, καὶ τὴν περιτείχισιν ἐπέσχε, καὶ τὴν τροφὴν ἀγαπητῶς ἥρπαζε, καὶ δυνάμεις ἄλλας οἴκοθεν προσμετεπέμπετο. καὶ ὀψὲ μὲν καὶ χαλεπῶς ἐλθούσας αὐτάς (οὔτε γὰρ ἀθρόαι ἦσαν ἀλλὰ κατὰ βραχὺ συνελέγοντο, καὶ πλοίων ὥσθʼ ἅμα περαιωθῆναι ἠπόρουνʼ —ἐλθούσας δʼ οὖν ποτε προσλαβὼν ἀνεθάρσησεν αὖθις, καὶ ἐπεξαγαγὼν παρετάξατο πρὸ τῆς ταφρείας. ἰδόντες δὲ τοῦτο οἱ ἐναντίοι ἀντιπαρετάξαντο μέν, οὐ μὴν καὶ συνέβαλόν σφισιν. καὶ τοῦτο ἐπὶ πλείους ἡμέρας ἐγένετο· πλὴν γὰρ ὅτι τοῖς ἱππεῦσιν ἐπὶ βραχὺ συμμιγνύντες ἀνεχώρουν, οὐδὲν οὐδέτεροι μέγα παρέβαλον.