Ancient Greek · ~3 min
Book 43, Chapter 7
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.7
Not analysed yet
ὁ οὖν Καῖσαρ ἐννοήσας ὅτι οὐκ ἂν δύναιτο ἄκοντας αὐτοὺς ὑπὸ τῶν χωρίων ἐς χεῖρας ἐλθεῖν ἀναγκάσαι, πρὸς Θάψον ὥρμησεν, ἵνʼ ἢ προσβοηθησάντων αὐτῶν τῇ πόλει συμβάλῃ σφίσιν, ἢ περιιδόντων ἐκείνην γε ἕλῃ. ἡ δὲ δὴ Θάψος κεῖται μὲν ἐν χερρονήσῳ τρόπον τινά, ἔνθεν μὲν τῆς θαλάσσης ἔνθεν δὲ λίμνης παρηκούσης, στενὸν δὲ δὴ τὸν ἰσθμὸν καὶ ἑλώδη διὰ μέσου οὕτως ἔχει ὥστε διχῇ μὲν διʼ ἐλαχίστου δὲ ἐφʼ ἑκάτερα τοῦ ἕλους παρʼ αὐτὴν τὴν ῥαχίαν ἀμφοτέρωθεν παριέναι. πρὸς ταύτην οὖν τὴν πόλιν ὁ Καῖσαρ εἴσω τῶν στενῶν χωρήσας ἐτάφρευε καὶ ἐσταύρου. καὶ ἐκεῖνοι μὲν οὐδὲν πρᾶγμα αὐτῷ παρεῖχον (οὐ γὰρ ἦσαν ἀξιόμαχοἰ, ὁ δὲ δὴ Σκιπίων καὶ ὁ Ἰόβας ἐπεχείρησαν τὸ στόμα τοῦ ἰσθμοῦ, καθʼ ὃ πρὸς τὴν ἤπειρον τελευτᾷ, σταυρώμασι καὶ ταφρεύμασι διχῇ διαλαβόντες