Ancient Greek · ~3 min
Book 43, Chapter 8
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 43.8
Not analysed yet
ἀνταποτειχίσαι. ἐν ἔργῳ δὲ αὐτῶν ὄντων καὶ πολὺ καθʼ ἑκάστην ἡμέραν ἀνυόντων (ὅπως γάρ τοι θᾶσσον διατειχίσωσι, τούς τε ἐλέφαντας καθʼ ὃ μηδέπω διετετάφρευτο ἀλλʼ εὐέφοδόν τι τοῖς πολεμίοις ἦν προσέταξαν, καὶ τὰ λοιπὰ πάντες εἰργάζοντὀ ἐπέθετο ὁ Καῖσαρ αἰφνίδιον τοῖς ἐτέροις τοῖς περὶ τὸν Σκιπίωνα, καὶ τοὺς ἐλέφαντας πόρρωθεν σφενδόναις καὶ τοξεύμασιν ἐκταράξας ἐφέσπετό τε αὐτοῖς ἀναχωρήσασι, καὶ παρὰ δόξαν τοῖς ἐργαζομένοις προσμίξας καὶ ἐκείνους ἐτρέψατο, καί σφισι φυγοῦσιν ἐς τὸ ἔρυμα συνεσπεσὼν αὐτοβοεὶ αὐτὸ εἷλεν. ἰδὼν δὲ ταῦτα ὁ Ἰόβας οὕτως ἐξεπλάγη καὶ ἔδεισεν ὡς μήτε ἐς χεῖράς τινι ὑπομεῖναι ἐλθεῖν μήτε τὸ στρατόπεδον διὰ φυλακῆς ποιήσασθαι. ἐκεῖνος μὲν οὖν φυγὼν καὶ οἴκαδε ἐπειχθείς, ἔπειτʼ ἐπειδὴ μηδεὶς αὐτόν, ἄλλως τε καὶ τοῦ Σιττίου τοὺς ἀντικαταστάντας οἱ προνενικηκότος, ἐδέξατο, ἀπέγνω τε τὴν σωτηρίαν, καὶ τῷ Πετρεΐῳ μηδεμίαν μηδʼ αὐτῷ ἐλπίδα ἀδείας ἔχοντι ἐμονομάχησε