Ancient Greek · ~3 min
Book 44, Chapter 23
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.23
Not analysed yet
“ἀεὶ μὲν ἔγωγε οἶμαι χρῆναι μηδένα μηδὲν μήτε πρὸς χάριν μήτε πρὸς φιλονεικίαν λέγειν, ἀλλʼ ὃ βέλτιστον ἕκαστος εἶναι νομίζει, τοῦτʼ ἀποφαίνεσθαι. δεινὸν γὰρ εἰ τοὺς μὲν στρατηγοῦντας τούς θʼ ὑπατεύοντας πάντα ἀπὸ ὀρθῆς τῆς διανοίας ποιεῖν ἀξιώσομεν, κἂν ἄρα πως σφαλῶσιν, εὐθύνας παρʼ αὐτῶν καὶ τῆς τύχης ἀπαιτήσομεν, ἐν δὲ δὴ τῷ βουλεύεσθαι, ἐν ᾧ κυριώτατοι τῆς ἡμετέρας αὐτῶν γνώμης ἐσμέν, τὰ κοινῇ συμφέροντα τῶν ἰδίων ἕνεκα πλεονεξιῶν προησόμεθα. ἀεὶ μὲν δὴ διὰ ταῦτα, ὦ πατέρες, πάντα ἁπλῶς καὶ δικαίως ἡγοῦμαι δεῖν ἡμᾶς συμβουλεύειν ὑμῖν, μάλιστα δὲ ἐν τοῖς παροῦσι πράγμασιν, ἐν οἷς ἂν μὲν μηδὲν πολυπραγμονήσαντες ὁμονοήσωμεν, αὐτοί τε σωθησόμεθα καὶ τοὺς ἄλλους ἅπαντας περιποιήσομεν, ἂν δʼ ἀκριβῶς πάντα ἐξετάσαι ἐθελήσωμεν, δέδοικα μὴ κακῶς —δυσχερὲς δʼ οὐδὲν ἀρχόμενος τῶν λόγων