Ancient Greek · ~5 min
Book 44, Chapter 24
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.24
Not analysed yet
εἰπεῖν βούλομαι. πρότερον μὲν γάρ, οὐκ ὀλίγος ἐξ οὗ χρόνος, οἱ τὰ ὅπλα ἔχοντες καὶ τῆς πολιτείας ἐγκρατεῖς ὡς τὸ πολὺ ἐγίγνοντο, ὥστʼ αὐτοὺς ὅ τι δεῖ βουλεύειν ὑμῖν ἐπιτάττειν, ἀλλʼ οὐχ ὑμᾶς ὅ τι χρὴ πράττειν ἐκείνους προσκοπεῖν· νῦν δʼ ἐς τοῦτο καιροῦ πάνθʼ ὡς εἰπεῖν τὰ πράγματα πάρεστιν ὥστε ἐφʼ ὑμῖν τε αὐτὰ εἶναι καὶ ἐς ὑμᾶς ἀνακεῖσθαι, καὶ παρʼ ὑμῶν ἤτοι τὴν ὁμόνοιαν καὶ μετὰ ταύτης τὴν ἐλευθερίαν, ἢ στάσεις καὶ πολέμους ἐμφυλίους αὖθις καὶ ἀπʼ αὐτῶν καὶ δεσπότην λαβεῖν. ὅ τι γὰρ ἂν τήμερον ψηφίσησθε, τούτῳ καὶ οἱ ἄλλοι πάντες ἀκολουθήσουσι. τούτων οὖν οὕτως, ὥς γε ἐμαυτὸν πείθω, ἐχόντων φημὶ δεῖν ἡμᾶς τὰς μὲν πρὸς ἀλλήλους ἔχθρας ἢ φιλονεικίας, ἢ ὅπως ἄν τις αὐτὰς ὀνομάσῃ, καταλύσασθαι. πρὸς δὲ δὴ τὴν παλαιὰν ἐκείνην εἰρήνην καὶ φιλίαν καὶ ὁμόνοιαν ἐπανελθεῖν, ἐνθυμηθέντας τοῦτό γε, εἰ μηδὲν ἄλλο, ὅτι τέως μὲν ἐκείνως ἐπολιτευόμεθα, καὶ χώρας καὶ πλούτους καὶ δόξαν καὶ συμμάχους ἐκτησάμεθα, ἀφʼ οὗ δὲ ἐς τὰ πρὸς ἀλλήλους κακὰ προήχθημεν, οὐχ ὅσον οὐκ ἀμείνους ἀλλὰ καὶ πολὺ χείρους ἐγενόμεθα. καὶ ἔγωγε τοσούτου δέω νομίζειν ἄλλο τι σῶσαι ἂν ἐν τῷ παρόντι τὴν πόλιν, ὥστʼ ἂν μή τι τήμερον καὶ ἤδη γε ὅτι τάχιστα προβουλεύσωμεν, οὐδʼ ἀναλαβεῖν δυνησόμεθα.