Ancient Greek · ~5 min
Book 44, Chapter 26
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.26
Not analysed yet
ὑπάρχει μὲν οὖν ὑμῖν τοῦθʼ, ὅπερ εἶπον, οἴκοθεν καὶ παρὰ τῶν προγόνων λαβοῦσιν ὀρθῶς βουλεύσασθαι· καὶ διὰ τοῦτο οὐδὲ ξενικοῖς παραδείγμασι χρῆσθαι ἠθέλησα, μυρία ἂν εἰπεῖν ἔχων. ἓν δʼ οὖν ὅμως τῆς ἀρίστης καὶ ἀρχαιοτάτης πόλεως, παρʼ ἧς οὐδʼ οἱ πατέρες ἡμῶν ἐπάγεσθαί τινας νόμους ἀπηξίωσαν, παρέξομαι· καὶ γὰρ αἰσχρὸν ἂν εἴη τοσοῦτον ἡμᾶς καὶ τῇ ῥώμῃ καὶ τῇ γνώμῃ τῶν Ἀθηναίων ὑπερέχοντας χεῖρον αὐτῶν βουλεύεσθαι. ἐκεῖνοι τοίνυν (λέγω δὲ ὃ πάντες ἴστἐ στασιάσαντές ποτε, καὶ ἐκ τούτου καὶ ὑπὸ τῶν Λακεδαιμονίων καταπολεμηθέντες καὶ ὑπὸ τῶν δυνατωτέρων πολιτῶν τυραννηθέντες, οὐ πρότερον ἀπηλλάγησαν τῶν κακῶν πρὶν συνθέσθαι καὶ διομολογήσασθαι τῶν τε συμβεβηκότων σφίσι, πολλῶν που καὶ δεινῶν ὄντων, ἐπιλήσεσθαι, καὶ μηδὲν τὸ παράπαν ὑπὲρ αὐτῶν μήτε ἐγκαλέσειν ποτὲ μήτε μνησικακήσειν τινί. τοιγάρτοι σωφρονήσαντες οὕτως οὐχ ὅτι τυραννούμενοι καὶ στασιάζοντες ἐπαύσαντο, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν εὐθένησαν καὶ τήν τε πόλιν ἀνεκτήσαντο καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀντεποιήσαντο, καὶ τέλος κύριοι καὶ σῶσαι καὶ ἀπολέσαι καὶ τοὺς Λακεδαιμονίους αὐτοὺς καὶ τοὺς Θηβαίους πολλάκις ἐγένοντο. καίτοι εἰ ἠθελήκεσαν ἐκεῖνοι οἱ τὴν Φυλὴν καταλαβόντες καὶ ἐκ τοῦ Πειραιῶς κατελθόντες τιμωρήσασθαι τοὺς ἐκ τοῦ ἄστεως ὑπὲρ ὧν ἠδίκηντο, εὔλογον μὲν ἂν πρᾶγμα πεποιηκέναι ἐδεδόχεσαν, πολλὰ δʼ ἂν καὶ ἐδεδράκεσαν κακὰ καὶ ἐπεπόνθεσαν. ὥσπερ γὰρ κρείττους αὐτῶν παρὰ τὴν ἐλπίδα ἐγένοντο, τάχʼ ἄν τι καὶ ἠλαττώθησαν αὖθις.