Ancient Greek · ~4 min
Book 44, Chapter 27
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 44.27
Not analysed yet
οὐ γάρ ἐστιν ἐν τοῖς τοιούτοις βέβαιον οὐδέν, οὐδʼ ἐξ ὧν ἰσχύει τις, πρὸς ἐπικράτησιν, ἀλλὰ πάμπολλοι μὲν θαρσοῦντες ἔπταισαν, πάμπολλοι δὲ ζητοῦντες ἀμύνασθαί τινα προσαπώλοντο. οὔτε γὰρ τὸ πλεονεκτούμενον ἔν τινι πάντως εὐτυχεῖ, διότι καὶ ἀδικεῖται, οὔτε τὸ δυνάμει προῦχον πάντως κατορθοῖ, διότι καὶ προήκει, ἀλλʼ ἀμφότερα ἀπὸ τῆς ἴσης καὶ τῷ παραλόγῳ τοῦ ἀνθρωπίνου καὶ τῷ ἀσταθμήτῳ τῆς τύχης ὑποκείμενα, καὶ τὴν ῥοπὴν πολλάκις οὐ πρὸς τὸ σφέτερον εὔελπι ἀλλὰ πρὸς τὸ ἐκείνων ἀδόκητον λαμβάνει. ὅθεν ἔκ τε τούτων καὶ ἐκ τῆς φιλονεικίας (δεινὸν γάρ ἐστιν ἄνθρωπος ἀδικηθεὶς ἢ νομίσας γε ἀδικεῖσθαι ὑπὲρ δύναμιν θρασύνασθαἰ καὶ πολλοὶ πολλάκις καὶ παρὰ τὴν ἰσχὺν ἐπαίρονται διακινδυνεύειν ὡς καὶ κρατήσοντες ἢ οὔτι γε καὶ ἀναιμωτὶ διολούμενοι, καὶ οὕτω τὰ μὲν νικῶντες τὰ δὲ ἡττώμενοι, καὶ τοτὲ μὲν ἀντεπικρατοῦντες ἄλλων τοτὲ δὲ ἀντελαττούμενοι, οἱ μὲν πασσυδὶ συναπόλλυνται, οἱ δὲ τήν τε Καδμείαν λεγομένην νίκην νικῶσιν, καὶ ἐν τῷ χρόνῳ, ὅτʼ οὐδὲν ὄφελός ἐστιν, αἰσθάνονται ὅτι κακῶς ἐβουλεύσαντο.